οἱ δʼ ὄρφνῃ μογέουσι καὶ ἀτρίπτοισι κελεύθοις
πλαζόμενοι, χεῖράς τε μετʼ ἀλλήλοισιν ἔχουσιν,
ἑλκόμενοί θʼ ἕλκουσι, πόνων ἐπίκουρον ἀμοιβήν·
70
ὣς οἵ γʼ ἀλλήλοισιν ἀμοιβαίῃ φιλότητι
ἀλκτῆρες γεγάασι· τὸ δέ σφισι μήσατʼ ὄλεθρον
δειλαίοις, ὀλοοῦ δὲ καὶ ἀλγινόεντος ἔρωτος
ἠντίασαν, βλαφθέντες ἐπιφροσύναις ἁλιήων.
τέσσαρες ἐμβεβάασι θοὸν σκάφος ἀγρευτῆρες,
75
τῶν ἤτοι δοιοὶ μὲν ἐπηρέτμοισι πόνοισι
μέμβλονται, τρίτατος δὲ δολόφρονα μῆτιν ὑφαίνει.
θῆλυν ἀναψάμενος σύρει σκάρον ἀκροτάτοιο
χείλεος ἐν δίνῃσι λινοζεύκτῳ ὑπὸ δεσμῷ·
ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνῃσι,
80
δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην.
μηρίνθου δʼ ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθεν
δινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου·
καί ῥʼ ἡ μὲν ζωῇ ἐναλίγκιος ἐν ῥοθίοισιν
ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος.
85
τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκει
ἐγγύθεν· οἱ δʼ ὁρόωντες ἀολλέες ἰθὺς ἴενται
κραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνται
ἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντῃ,
οἴστρῳ θηλυμανεῖ βεβιημένοι· οἱ δʼ ἐλάτῃσι
90
νῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δʼ ἐφέπονται
ἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετʼ ἀρωγή.