ἀλλʼ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις
οὔτʼ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ
μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·
515
αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι
ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ
πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ
ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς
δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.
520
τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.
αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι
ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις
τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·
σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,
525
ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.
τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τʼ ὀδοῦσιν
ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,
αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δʼ ἀεκουσῶν
εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ
530
νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,
ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δʼ εὐνῆς
ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·
εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.
535
πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·