δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·
ἄλλοι δʼ αὖ μετόπισθε διωκόμενοι προθέουσι
490
θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι
ἑλκόμεναι σπεύδουσι μετʼ ἄρσενας ἀσχέτῳ ὁρμῇ.
ἔνθʼ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι
τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,
αἱ δʼ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι
495
κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.
πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς
καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι
ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστʼ Ἀφροδίτη
Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει
500
θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.
πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς
μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφην
πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται
ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν,
505
ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,
τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·
τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.
καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι
τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·
510
τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,
κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.