ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις
ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι
25
εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι
ὕλης ἀγρονόμοιο, τά τʼ οὔρεσι πολλὰ φύονται.
τερπωλὴ δʼ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.
ὅσσοι δʼ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,
ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·
30
τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς
κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·
οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ
εὐνῆς χρηΐζοντες, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν.
τλησιπόνοις δʼ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,
35
ἐλπὶς δʼ οὐ σταθερὴ σαίνει φρένας ἠΰτʼ ὄνειρος·
οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,
ἀλλʼ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι
ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι
δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·
40
δούρασι δʼ ἐν βαιοῖσιν ἀελλάων θεράποντες
πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,
αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,
αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·
οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τινʼ ὄμβρων
45
ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.
πρὸς δʼ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης
κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,
εὖτʼ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·
οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει
50