οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ’ ὑποτέτροφε λίμνη
οἰκείη, τόθι λεπτὰ διὲκ πόσιν ἑρπετὰ νήχει,
590
ἠὲ φιλοζώοιο κυπειρίδος ἠὲ κυπείρου,
αὐτόν τ’ ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς
καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.
Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα
λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον
595
πνεύματ’ ἀνειλίσσοντα κατ’ ὀμφάλιον βρομέῃσιν,
οἷά περ εἰλίγγοιο δυσαλθέος, ὅς τε δαμάζει
ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.
οὐ μὲν τῶν γ’ οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα
πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή.
600
Τῷ δ’ ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος,
ἄλλοτε δ’ ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις
οὐρείην ὑπέρεικον, ὅθ’ ὑσσώπου ὀροδάμνους,
πολλάκι δ’ ἀγριόεντα κράδην, σπέραδός τε σελίνου
Ἴσθμιον, ᾧ θ’ ὑπὸ κοῦρον ἀλίβλαπτον Μελικέρτην
605
Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους.