ἀφραδέως κρωσσοῖο κατακλίνας ποτὸν ἴσχῃ
χείλεσι πρὸς χείλη πιέσας, τὸ δὲ λαιμὸν ἀμείψῃ
κνώδαλον ἀκροτάτοισιν ἐπιπλῶον ὑδάτεσσι,
τὰς μὲν ἵνα πρώτιστον ὀχλιζόμενος ῥόος ὤσῃ,
505
ἀθρόα προσφύονται ἀμελγόμεναι χροὸς αἷμα,
ἄλλοτε μέν τε πύλῃσιν ἐφήμεναι, ἔνθα τε πνεῦμα
αἰὲν ἀθροιζόμενον στεινοῦ διαχεύεται ἰσθμοῦ,
ἄλλοτε δὲ στομίοισι πέριξ ἐπενήνοθε γαστρὸς
ἀνέρα πημαίνουσα, νέην δ’ ἐπενείματο δαῖτα.
510
Τῷ σὺ τότ’ ἐν δεπάεσσι κεραιόμενον ποτὸν ὄξευς
νείμειας, ποτὲ δαῖτα συνήρεα χιονόεσσαν,
πολλάκι κρυστάλλοιο νέον βορέαο παγέντος.
ἠὲ σὺ γυρώσαιο καθαλμέα βώλακα γαίης
ναιομένην, θολερὴν δὲ πόσιν μενοεικέα τεῦχε·
515
ἢ αὐτὴν ἅλα βάπτε, τότ’ ἠελίοισι δαμάζων
εἶθαρ ὀπωρινοῖσι, τότ’ ἠνεκὲς ἐν φλογὶ θάλψας·
πολλάκι δ’ ἢ ἅλα πηκτὸν ὁμιλαδὸν ἢ ἁλὸς ἄχνην
ἐμπίσαις, τήν τ’ αἰὲν ἀνὴρ ἁλοπηγὸς ἀγείρει
νειόθ’ ὑφισταμένην, ὁπόθ’ ὕδασιν ὕδατα μίξῃ.
520
Μὴ μὲν δὴ ζύμωμα κακὸν χθονὸς ἀνέρα κήδοι
πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, ἄλλοτε δ’ ἄγχον,
εὖθ’ ὑπὸ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης,