καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,
300
πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις,
Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων,
ἣ δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη
οἴη συνεχέως ἀδινὴν ἀναβάλλεται ἠχήν.
ἆσαι δ’ ἢ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,
305
ἢ ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,
νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·
ἢ ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ
σιλφίου, ἄλλοτε δ’ ἶσον ἀποτμήξειας ὀποῖο.
πολλάκι δ’ ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος
310
πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.
Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,
στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν,
ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ
ῥεῖα, θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·
315
φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα
αὐχένος ἐμπλασθέντος, ὃ δὲ σπαδόνεσσιν ἀλύων
δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.