ἄλλοτε δ’ ὑπναλέος ψύχει δέμας, οὐδ’ ἔτι γυῖα
85
ὡς τὸ πάρος δονέει, καμάτῳ δ’ ὑποδάμναται εἴκων.
Τῷ καὶ πρημαδίης ἢ ὀρχάδος εἶαρ ἐλαίης
ἢ ἔτι μυρτίνης σχεδίην δεπάεσσιν ὀρέξαις,
ὄφρ’ ἂν ὀλισθήνασα χέῃ κακὰ φάρμακα νηδύς·
ἠὲ σύ γ’ οὐθατόεντα διοιδέα μαζὸν ἀμέλξας
90
ῥεῖα φέροις, φιαρὴν δὲ ποτοῦ ἀποαίνυσο γρῆυν.
καί τε σύ γ’ ἢ μαλάχης ῥαδάμους ἢ φυλλάδα τήξας
χυλῷ ἐνὶ κλώθοντι κακηπελέοντα κορέσσαις.
πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά·
ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην
95
θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο
κόλποις ἰκμήνειας· ὃ γάρ τ’ ἀναδέξεται ἰλύν.
καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου
σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οἶον ἐρύξει,
Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,
100
αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,
ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,
Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης.
ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος, ἔνθα τε νύμφη
Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.
105