ᾗπερ Σχοινῆός τε ῥόος Κνώποιό τε βάλλει,
ὅσσα θ’ ὑπ’ Ἰνδὸν χεῦμα πολυφλοίσβοιο Χοάσπεω
890
πιστάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·
κυκλαμίδας, σὺν δ’ αἰθὰ βάλοις φιμώδεα μύρτα,
κάρφεά θ’ ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,
εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ’ ἐρεβίνθου
σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.
895
Ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,
σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ’ ὅσα χαύνης
οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,
ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλὶς
καὶ ῥόδον, ἡδ’ ἴα λεπτὸν ὅσον σπερμεῖον ἀέξει.
900
Ἢ καὶ πουλύγονον λασίων ὑπάμησον ἰάμνων,
ψίλωθρον, καρπόν τε πολυθρήνου ὑακίνθου,
ὃν Φοῖβος θρήνησεν, ἐπεί ῥ’ ἀεκούσιος ἔκτα
παῖδα βαλὼν προπάροιθεν Ἀμυκλαίου ποταμοῖο,
πρωθήβην Ὑάκινθον, ἐπεὶ σόλος ἔμπεσε κόρσῃ
905
πέτρου ἀφαλλόμενος, νέατον δ’ ἤραξε κάλυμμα.