τοίη οἱ κέντροιο κόπις, τοίῳ δ’ ἐπὶ κέντρῳ
780
σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.
Ἄλλος δ’ ἐμπέλιος — φορέει δ’ ὑπὸ βοσκάδα νηδὺν
εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,
γαιοφάγος — βουβῶσι τυπὴν ἀλίαστον ἰάπτει·
τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.
785
Τὸν δ’ ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι
καρκίνῳ, ὃς μνία λεπτὰ ῥόθον τ’ ἐπιβόσκεται ἅλμης.
Ἄλλοι δ’ αὖ ῥαιβοῖσιν ἰσήρεες ἄντα παγούροις
γυῖα βαρύνονται· βαρέαι δ’ ἐσκλήκασι χηλαὶ,
οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·
790
τῶν δὴ καὶ γενεὴν ἐξέμμορον, εὖτε λίπωσι
πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης,
τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες·
αὐτίκα δ’ ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν
μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων
795
σκορπίοι ἐξεγένοντο καθ’ ἕρκεα λωβητῆρες.
Τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη
σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.
Ἔχθιστος δ’, ὅ τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα,