ἶριν θ’, ἥν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,
Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε·
ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντες.
Λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,
610
ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·
καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,
μάντιν ἐν αἰζηοῖσι γεράσμιον· ᾗ ἐν Ἀπόλλων
μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·
μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον, ἠδὲ καὶ ἀκτῆς
615
καυλοὺς ἠνεμόεντας, ἰδὲ πτίλα πολλὰ καὶ ἄνθη
σαμψούχου, κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·
πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις
φαρμάσσων μέθυ κεῖνο χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.
Ἀλλ’ ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες
620
βάτραχοι ἐν χύτρῃσι καθεψηθέντες ἄριστοι
βάμματι· πολλάκι δ’ ἧπαρ ἐνὶ σχεδίῃ ποθὲν οἴνῃ,
ἢ αὐτοῦ σίνταο κάρη κακὸν ἄλλοτε νύμφαις
ἐμπισθὲν, τοτὲ δ’ οἴνου ἐνὶ σταγόνεσσιν ἀρήξει.
Μὴ σύ γ’ ἑλιχρύσοιο λιπεῖν πολυδευκέος ἄνθην,
625
κόρκορον ἢ μύωπα, πανάκτειόν τε κονίλην,
ἥν τε καὶ Ἡράκλειον ὀρίγανον ἀμφὶς ἔπουσι·