οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ
γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν
γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·
οἴη γὰρ βαρύθει ὑπὸ κύματος, οἱ δὲ καθ’ ὕλην
135
ὠοτόκοι ὄφιες λεπυρὴν θάλπουσι γενέθλην·
μήδ’ ὅτε ῥικνῆεν φολίδων περὶ γῆρας ἀμέρσας
ἂψ ἀναφοιτήσῃ νεαρῇ κεχαρημένος ἥβῃ·
ἢ ὁπότε σκαρθμοὺς ἐλάφων ὀχεῇσιν ἀλύξας
ἀνδρὸς ἐνισκίμψῃ χολόων γυιοφθόρον ἰόν·
140
ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι
νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη
τρόχμαλά θ’ αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,
σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.
Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς
145
φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοὶ,
καὶ λέπας ὑλῆεν· τόθι δίψιος ἐμβατέει σήψ.
Χροιὴν δ’ ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,
αἰὲν ἐειδόμενος χώρῳ, ἵνα χηραμὰ τεύξῃ.
Τῶν οἱ μὲν λιθάδας τε καὶ ἕρμακας ἐνναίοντες
150
παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων
ἀνδράσι δάχμα πέλει μεταμώνιον, ἀλλὰ κάκηθες·