κριοφάγοι μήλοισιν ἀεργηλοῖσιν ἕπονται.
50
Ναὶ μὴν καὶ βαρύοδμος ἐπὶ φλογὶ ζωγρηθεῖσα
χαλβάνη, ἄκνηστίς τε, καὶ ἡ πριόνεσσι τομαίη
κέδρος, πουλυόδουσι καταψηχθεῖσα γενείοις,
ἐν φλογιῇ καπνηλὸν ἄγει καὶ φύξιον ὀδμήν.
Τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνὰς
55
κεινώσεις, δαπέδῳ δὲ πεσὼν ὕπνοιο κορέσσῃ.
Εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται, ἄγχι δέ τοι νὺξ
αὖλιν ἄγει, κοίτου δὲ λιλαίεαι ἔργον ἀνύσσας,
τῆμος δὴ ποταμοῖο πολυρραγέος κατὰ δίνας
ὑδρηλὴν καλάμινθον ὀπάζεο χαιτήεσσαν·
60
πολλὴ γὰρ λιβάσιν παραέξεται, ἀμφί τε χείλη
ἔρσεται, ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν.
Ἢ σύ γ’ ὑποστορέσαιο λύγον πολυανθέα κόψας,
64ἢ πόλιον βαρύοδμον, ὃ δὴ ῥίγιστον ὄδωδεν·
ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,
65
ναὶ μὴν ἁβροτόνοιο, τό τ’ ἄγριον οὔρεσι θάλλει
ἀργεννὴν ὑπὸ πέζαν, ἢ ἑρπύλλοιο νομαίου,
ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν
ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.