Γραῦς
ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ,
960
ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
Χορός
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη
ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
Γραῦς
φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
Χρεμύλος
μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
965
ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.
Γραῦς
πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·
ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
Χρεμύλος
τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια
970
εν ταῖς γυναιξὶν ἦσθα;
Γραῦς
μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Χρεμύλος
ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;
Γραῦς
σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
Χρεμύλος
οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
Γραῦς
ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
975
πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν
καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,
ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·
ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.
Χρεμύλος
τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;
980
Γραῦς
οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.
ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν
εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον·
985
πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
Χρεμύλος
οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.
Γραῦς
καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
990
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
Χρεμύλος
λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.
Γραῦς
ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
995
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι
εἰς ἑσπέραν ἥξοιμι—
Χρεμύλος
τί σʼ ἔδρασʼ; εἰπέ μοι.
Γραῦς
ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι,
1000
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Wealth. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.