Πλοῦτος
καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.
αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον,
775
τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
ἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ,
ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων·
ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ
δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι
780
ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.
Χρεμύλος
βάλλʼ ἐς κόρακας· ὡς χαλεπόν εἰσιν οἱ φίλοι
οἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ.
νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.
785
ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
Γυνή
ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
ταυτὶ καταχέω σου λαβοῦσα.
790
Πλοῦτος
μηδαμῶς.
ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.
Γυνή
εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
Πλοῦτος
ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος·
795
ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.
Γυνή
εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ
800
ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.
ΧοροῦWealth. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.