Πλοῦτος
παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.
220
Χρεμύλος
οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών—
Καρίων
τί δρῶ; λέγε.
Χρεμύλος
τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
225
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
Καρίων
καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
Χρεμύλος
ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.
σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων
230
εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία
αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον
μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
Πλοῦτος
ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ·
235
ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε.
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·
κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
240
ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε.
ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω,
πόρναισι καὶ κύβοισι παραβεβλημένος
γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
Χρεμύλος
μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
245
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,
χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
250
ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
Πλοῦτος
πείθομαι.
Χρεμύλος
τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
Wealth. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.