Πλοῦτος
ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου
τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
Χρεμύλος
ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.
110
Πλοῦτος
μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.
Καρίων
οἰμώξει μακρά.
Χρεμύλος
σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς
γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,
ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
115
βλέψαι ποιήσας.
Πλοῦτος
μηδαμῶς τοῦτʼ ἐργάσῃ.
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Χρεμύλος
τί φῄς;
Καρίων
ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος
ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†
πύθοιτʼ ἂν ἐπιτρίψειε.
120
Χρεμύλος
νῦν δʼ οὐ τοῦτο δρᾷ,
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος
οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος
ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
125
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος
ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.
Χρεμύλος
ἔχʼ ἥσυχος.
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
μεῖζον δυνάμενον.
Πλοῦτος
ἐμὲ σύ;
Χρεμύλος
νὴ τὸν οὐρανόν.
αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;
130
Καρίων
διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.
Χρεμύλος
φέρε
τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;
Καρίων
ὁδί.
Χρεμύλος
θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;
Καρίων
καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμύλος
οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
135
παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;
Πλοῦτος
ὅτι τί δή;
Χρεμύλος
ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,
μὴ βουλομένου σοῦ.
Πλοῦτος
πῶς;
Χρεμύλος
ὅπως; οὐκ ἔσθʼ ὅπως
ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
140
αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς
τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλοῦτος
τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;
Χρεμύλος
φήμʼ ἐγώ.
καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν
ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
145
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.
Καρίων
ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
Χρεμύλος
καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,
ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
150
οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
Καρίων
καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμύλος
οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
155
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
Καρίων
τί δαί;
Χρεμύλος
ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
Καρίων
αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμύλος
τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
160
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.
ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·
Καρίων
ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται·
Χρεμύλος
ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·
Καρίων
ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ·
165
Χρεμύλος
ὁ δὲ γναφεύει γʼ·
Καρίων
ὁ δέ γε πλύνει κῴδια·
Χρεμύλος
ὁ δὲ βυρσοδεψεῖ γʼ·
Καρίων
ὁ δέ γε πωλεῖ κρόμμυα·
Χρεμύλος
ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλοῦτος
οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.
Wealth. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.