Γυνὴ Α
νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
Γυνὴ Β
ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα
πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
Πραξάγορα
πληρουμένης τάλαινα;
90
Γυνὴ Β
νὴ τὴν Ἄρτεμιν
ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.
Πραξάγορα
ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
95
ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις
ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,
100
τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;
Γυνὴ Α
Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων
λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·
νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.
Πραξάγορα
τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
105
τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·
νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.
Γυνὴ Α
καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
110
δημηγορήσει;
Πραξάγορα
πολὺ μὲν οὖν ἄριστά που.
λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·
ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
Γυνὴ Α
οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.
115
Πραξάγορα
οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.
Γυνὴ Α
τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
120
Πραξάγορα
ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·
ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
Γυνὴ Α
δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
125
Πραξάγορα
πῶς καταγέλαστον;
Γυνὴ Α
ὥσπερ εἴ τις σηπίαις
πώγωνα περιδήσειεν ἐσταθευμέναις.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.