Διόνυσος
νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.
Ἡρακλῆς
ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
155
καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
Διόνυσος
οὗτοι δὲ δὴ τίνες εἰσίν;
Ἡρακλῆς
οἱ μεμυημένοι—
Ξανθίας
νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
160
Ἡρακλῆς
οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.
οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν
ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
καὶ χαῖρε πόλλʼ ὦδελφέ.
Διόνυσος
νὴ Δία καὶ σύ γε
ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.
165
Ξανθίας
πρὶν καὶ καταθέσθαι;
Διόνυσος
καὶ ταχέως μέντοι πάνυ.
Ξανθίας
μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
Διόνυσος
ἐὰν δὲ μὴ εὕρω;
Ξανθίας
τότε μʼ ἄγειν.
Διόνυσος
καλῶς λέγεις.
καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
170
οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
Νέκρος
πόσʼ ἄττα;
Διόνυσος
ταυτί.
Νέκρος
δύο δραχμὰς μισθὸν τελεῖς;
Διόνυσος
μὰ Δίʼ ἀλλʼ ἔλαττον.
Νέκρος
ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.
Διόνυσος
ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.
175
Νέκρος
εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
Διόνυσος
λάβʼ ἐννέʼ ὀβολούς.
Νέκρος
ἀναβιοίην νυν πάλιν.
Ξανθίας
ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;
ἐγὼ βαδιοῦμαι.
Διόνυσος
χρηστὸς εἶ καὶ γεννάδας.
χωρῶμεν ἐπὶ τὸ πλοῖον.
180
Χάρων
ὠὸπ παραβαλοῦ.
Ξανθίας
τουτὶ τί ἔστι;
Διόνυσος
τοῦτο; λίμνη νὴ Δία
αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.
Ξανθίας
νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.
Διόνυσος
χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.
Frogs. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.