Εὐριπίδης
γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.
Μνησίλοχος
αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
Εὐριπίδης
τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μʼ ἔχει.
ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;
905
Μνησίλοχος
σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Εὐριπίδης
Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;
Μνησίλοχος
Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Εὐριπίδης
Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι.
Μνησίλοχος
ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων.
910
Εὐριπίδης
ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Μνησίλοχος
ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ με
915
λαβὼν ταχὺ πάνυ.
Γυνὴ Γ
κλαύσετʼ ἄρα νὴ τὼ θεὼ
ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
Εὐριπίδης
σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν;
Γυνὴ Γ
οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
920
καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
ᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην.
προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
Εὐριπίδης
τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον.
Μνησίλοχος
ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ;
925
Εὐριπίδης
μένʼ ἥσυχος.
οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω,
ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί.
Μνησίλοχος
αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
Πρύτανις
ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης;
οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων
930
ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ
στήσας φύλαττε καὶ προσιέναι μηδένα
ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων
παῖʼ ἢν προσίῃ τις.
Γυνὴ Γ
νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ
ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος.
935
Μνησίλοχος
ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
Πρύτανις
τί σοι χαρίσωμαι;
Μνησίλοχος
γυμνὸν ἀποδύσαντά με
κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
940
ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
Πρύτανις
ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν,
ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
Μνησίλοχος
ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι·
945
κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.