Εὐριπίδης
ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς.
Μνησίλοχος
πειράσομαι.
Εὐριπίδης
βάδιζε τοίνυν.
Μνησίλοχος
μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
ὀμόσῃς ἐμοί—
270
Εὐριπίδης
τί χρῆμα;
Μνησίλοχος
συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Εὐριπίδης
ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.
Μνησίλοχος
τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Εὐριπίδης
ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
Μνησίλοχος
μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,
275
ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.
Εὐριπίδης
ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
ἐγὼ δʼ ἄπειμι.
Μνησίλοχος
δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου.
ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
280
ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.
ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο
καὶ πάλιν οἴκαδε.
ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε
τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
285
δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου,
290
καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων
ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.
δούλοις γὰρ οὐκ ἔξεστʼ ἀκούειν τῶν λόγων.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.