Μνησίλοχος
ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
1
ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν,
παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη;
Εὐριπίδης
ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα
5
ὄψει παρεστώς.
Μνησίλοχος
πῶς λέγεις; αὖθις φράσον.
οὐ δεῖ μʼ ἀκούειν;
Εὐριπίδης
οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.
Μνησίλοχος
οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ;
Εὐριπίδης
οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.
Μνησίλοχος
πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.
οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;
10
Εὐριπίδης
χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.
Μνησίλοχος
τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν;
Εὐριπίδης
εὖ ἴσθʼ ὅτι.
Μνησίλοχος
πῶς χωρίς;
Εὐριπίδης
οὕτω ταῦτα διεκρίθη τότε.
αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
15
ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο
ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
Μνησίλοχος
διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;
νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.
20
οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι.
Εὐριπίδης
πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ.
Μνησίλοχος
πῶς ἂν οὖν
πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως
ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
Εὐριπίδης
βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
25
Μνησίλοχος
ἰδού.
Εὐριπίδης
ὁρᾷς τὸ θύριον τοῦτο;
Μνησίλοχος
νὴ τὸν Ἡρακλέα
οἶμαί γε.
Εὐριπίδης
σίγα νυν.
Μνησίλοχος
σιωπῶ τὸ θύριον;
Εὐριπίδης
ἄκουʼ.
Μνησίλοχος
ἀκούω καὶ σιωπῶ τὸ θύριον;
Εὐριπίδης
ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
ὁ τραγῳδοποιός.
30
Μνησίλοχος
ποῖος οὗτος Ἁγάθων;
Εὐριπίδης
ἔστιν τις Ἀγάθων—
Μνησίλοχος
μῶν ὁ μέλας ὁ καρτερός;
Εὐριπίδης
οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε;
Μνησίλοχος
μῶν ὁ δασυπώγων;
Εὐριπίδης
οὐχ ἑόρακας πώποτε;
Μνησίλοχος
μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι.
Εὐριπίδης
καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.
35
ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας·
προθυσόμενος ἔοικε τῆς ποιήσεως.
Θεράπων
εὔφημος πᾶς ἔστω λαός,
στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
40
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
γλαυκόν·
45
Μνησίλοχος
βομβάξ.
Εὐριπίδης
σίγα.
Μνησίλοχος
τι λέγει;
Θεράπων
πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων.
Μνησίλοχος
βομβαλοβομβάξ.
Θεράπων
μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
πρόμος ἡμέτερος—
50
Μνησίλοχος
μῶν βινεῖσθαι;
Θεράπων
τίς ὁ φωνήσας;
Μνησίλοχος
νήνεμος αἰθήρ.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.