Χορὸς Γυναικῶν
ἔγωγε γὰρ
ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,
†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·
ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
545
ἔνι δὲ σοφόν, ἔνι
δὲ φιλόπολις
ἀρετὴ φρόνιμος.
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.