Χορὸς γερόντων
οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς
ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς
ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
μή νυν ἔτʼ ἐν
τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
285
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.