Ἀθηναῖος
πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.
1295
Χορὸς Λακεδαιμονίων
Ταΰγετον αὖτʼ ἐραννὸν ἐκλιπῶα
Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν
κλέωα τὸν Ἀμύκλαις σιὸν
καὶ χαλκίοικον Ἀσάναν,
1300
Τυνδαρίδας τʼ ἀγασώς,
τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
εἶα μάλʼ ἔμβη
ὢ εἶα κοῦφα πάλλων,
ὡς Σπάρταν ὑμνίωμες,
1305
τᾷ σιῶν χοροὶ μέλοντι
καὶ ποδῶν κτύπος,
ᾇ τε πῶλοι ταὶ κόραι
πὰρ τὸν Εὐρωταν
ἀμπάλλοντι πυκνὰ ποδοῖν
1310
ἀγκονίωαι,
ταὶ δὲ κόμαι σείονθʼ ᾇπερ Βακχᾶν
θυρσαδδωᾶν καὶ παιδδωᾶν.
ἁγεῖται δʼ ἁ Λήδας παῖς
ἁγνὰ χοραγὸς εὐπρεπής.
1315
ἀλλʼ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη
ᾇ τις ἔλαφος· κρότον δʼ ἁμᾷ ποίει χορωφελήταν.
καὶ τὰν σιὰν δʼ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.
1320
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.