Κινησίας
εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.
915
Μυρρίνη
φέρε νυν ἐνέγκω κλινίδιον νῷν.
Κινησίας
μηδαμῶς.
ἀρκεῖ χαμαὶ νῷν.
Μυρρίνη
μὰ τὸν Ἀπόλλω μή σʼ ἐγὼ
καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
Κινησίας
ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς.
Μυρρίνη
ἰδοὺ κατάκεισʼ ἀνύσας τι, κἀγὼ ʼκδύομαι.
920
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.
Κινησίας
ποία ψίαθος; μὴ μοί γε.
Μυρρίνη
νὴ τὴν Ἄρτεμιν,
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
Κινησίας
δός μοί νυν κύσαι.
Μυρρίνη
ἰδού.
Κινησίας
παπαιάξ· ἧκέ νυν ταχέως πάνυ.
Μυρρίνη
ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι.
925
καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
Κινησίας
ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε.
Μυρρίνη
νὴ Δίʼ ἀλλʼ ἐγώ.
Κινησίας
ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται.
Μυρρίνη
ἀνίστασʼ, ἀναπήδησον.
Κινησίας
ἤδη πάντʼ ἔχω.
Μυρρίνη
ἅπαντα δῆτα.
930
Κινησίας
δεῦρό νυν ὦ χρύσιον.
Μυρρίνη
τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·
μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
Κινησίας
νὴ Δίʼ ἀπολοίμην ἆρα.
Μυρρίνη
σισύραν οὐκ ἔχεις.
Κινησίας
μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι.
Μυρρίνη
ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.
935
Κινησίας
ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
Μυρρίνη
ἔπαιρε σαυτόν.
Κινησίας
ἀλλʼ ἐπῆρται τοῦτό γε.
Μυρρίνη
βούλει μυρίσω σε;
Κινησίας
μὰ τὸν Ἀπόλλω μὴ μέ γε.
Μυρρίνη
νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή.
Κινησίας
εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.
940
Μυρρίνη
πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.
Κινησίας
οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
Μυρρίνη
τάλαινʼ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.
Κινησίας
ἀγαθόν· ἔα αὔτʼ ὦ δαιμονία.
945
Μυρρίνη
ληρεῖς ἔχων.
Κινησίας
κάκιστʼ ἀπόλοιθʼ ὁ πρῶτος ἑψήσας μύρον.
Μυρρίνη
λαβὲ τόνδε τὸν ἀλάβαστον.
Κινησίας
ἀλλʼ ἕτερον ἔχω.
ἀλλʼ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
μηδέν.
Μυρρίνη
ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
ὑπολύομαι γοῦν. ἀλλʼ ὅπως ὦ φίλτατε
950
σπονδὰς ποιεῖσθαι ψηφιεῖ.
Κινησίας
βουλεύσομαι.
ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
τά τʼ ἄλλα πάντα κἀποδείρασʼ οἴχεται.
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.