Πρόβουλος
καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.
Λυσιστράτη
ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.
Πρόβουλος
διὰ τἀργύριον πολεμοῦμεν γάρ;
Λυσιστράτη
καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.
ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
490
ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων
ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.
Πρόβουλος
ἀλλὰ τί δράσεις;
Λυσιστράτη
τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.
Πρόβουλος
ὑμεῖς ταμιεύσετε τἀργύριον;
Λυσιστράτη
τί
δὲ δεινὸν τοῦτο νομίζεις;
οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
495
Πρόβουλος
ἀλλʼ οὐ ταὐτόν.
Λυσιστράτη
πῶς οὐ ταὐτόν;
Πρόβουλος
πολεμητέον ἔστʼ ἀπὸ τούτου.
Λυσιστράτη
ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
Πρόβουλος
πῶς γὰρ σωθησόμεθʼ ἄλλως;
Λυσιστράτη
ἡμεῖς ὑμᾶς σώσομεν.
Πρόβουλος
ὑμεῖς;
Λυσιστράτη
ἡμεῖς μέντοι.
Πρόβουλος
σχέτλιόν γε.
Λυσιστράτη
ὡς σωθήσει, κἂν μὴ βούλῃ.
Πρόβουλος
δεινόν
γε λέγεις.
Λυσιστράτη
ἀγανακτεῖς.
ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.
500
Πρόβουλος
νὴ τὴν Δήμητρʼ ἄδικόν γε.
Λυσιστράτη
σωστέον ὦ τᾶν.
Πρόβουλος
κεἰ μὴ δέομαι;
Λυσιστράτη
τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.
Πρόβουλος
ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;
Λυσιστράτη
ἡμεῖς φράσομεν.
Πρόβουλος
λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,
Λυσιστράτη
ἀκροῶ δή,
καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
Πρόβουλος
ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ
ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
505
Γυνὴ Α
κλαύσει τοίνυν πολὺ μᾶλλον.
Πρόβουλος
τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.
Λυσιστράτη
ταῦτα ποιήσω.
ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.
οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.
ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
510
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·
εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι,
τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
ἐν τῷ δήμῳ τήμερονὑμῖν;
τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.
οὐ σιγήσει; κἀγὼ ἐσίγων.
515
Γυνὴ Α
ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων.
Πρόβουλος
κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας.
Λυσιστράτη
τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων.
ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·
εἶτʼ ἠρόμεθʼ ἄν·
πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως;
ὁ δέ μʼ εὐθὺς ὑποβλέψας
ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,
ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν·
πόλεμος δʼ ἄνδρεσσι μελήσει.
520
Πρόβουλος
ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος.
Λυσιστράτη
πῶς ὀρθῶς ὦ κακόδαιμον,
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ;
μὰ Δίʼ οὐ δῆτʼ,
εἶφʼ ἕτερός τις·
μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
525
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι
κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
Πρόβουλος
ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
Λυσιστράτη
σιώπα.
Πρόβουλος
σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
530
περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.