Καλονίκη
ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
215
ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.
Λυσιστράτη
οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Καλονίκη
οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Λυσιστράτη
κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
Καλονίκη
κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
220
Λυσιστράτη
ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Καλονίκη
ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Λυσιστράτη
κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Καλονίκη
κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Λυσιστράτη
ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
225
Καλονίκη
ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
Λυσιστράτη
κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Καλονίκη
κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Λυσιστράτη
οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Καλονίκη
οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
230
Λυσιστράτη
οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Καλονίκη
οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Λυσιστράτη
ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Καλονίκη
ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Λυσιστράτη
εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
235
Καλονίκη
εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Λυσιστράτη
συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;
Μυρρίνη
νὴ Δία.
Λυσιστράτη
φέρʼ ἐγὼ καθαγίσω τήνδε.
Καλονίκη
τὸ μέρος γʼ ὦ φίλη,
ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
Λαμπιτώ
τίς ὡλολυγά;
240
Λυσιστράτη
τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
ἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖ
σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει,
τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε·
ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει
245
ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
Καλονίκη
οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει
τοὺς ἄνδρας εὐθύς;
Λυσιστράτη
ὀλίγον αὐτῶν μοι μέλει.
οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ
ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας
250
ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.
Καλονίκη
μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν
ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.