Λυσιστράτη
ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους.
τάχα δʼ εἴσομαι ʼγώ. ποῦ ʼστιν ἡ Διαλλαγή;
πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,
1115
καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ,
μηδʼ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτʼ ἔδρων,
ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,
1120
οὗ δʼ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
ἄνδρες Λάκωνες στῆτε παρʼ ἐμὲ πλησίον,
ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε.
ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι,
αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,
1125
τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς.
λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι
κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς
1130
Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ
πόσους
εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;
ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι
Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.
1135
Ἀθηναῖος
ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.
Λυσιστράτη
εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι
1140
στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε
ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο
1145
δῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;
Ἀθηναῖος
ἀδικοῦσιν οὗτοι νὴ Δίʼ ὦ Λυσιστράτη.
Λάκων
ἀδικίομες· ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
Λυσιστράτη
ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους
μʼ οἴει;
οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
1150
κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
ξυνεκμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι,
κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
1155
τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.