Χρησμολόγος
καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
Πισθέταιρος
λαβὲ τὸ βιβλίον.
οὐκ εἶ θύραζʼ; ἐς κόρακας.
990
Χρησμολόγος
οἴμοι δείλαιος.
Πισθέταιρος
οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;
Μέτων
ἥκω παρʼ ὑμᾶς —
Πισθέταιρος
ἕτερον αὖ τουτὶ κακόν.
τί δʼ αὖ σὺ δράσων; τίς δʼ ἰδέα βουλεύματος;
τίς ἡ ʼπίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;
Μέτων
γεωμετρῆσαι βούλομαι τὸν ἀέρα
995
ὑμῖν διελεῖν τε κατὰ γύας.
Πισθέταιρος
πρὸς τῶν θεῶν
σὺ δʼ εἶ τίς ἀνδρῶν;
Μέτων
ὅστις εἴμʼ ἐγώ; Μέτων,
ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.
Πισθέταιρος
εἰπέ μοι,
ταυτὶ δέ σοι τί ἔστι;
Μέτων
κανόνες ἀέρος.
αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος
1000
κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ
τὸν κανόνʼ, ἄνωθεν τουτονὶ τὸν καμπύλον
ἐνθεὶς διαβήτην — μανθάνεις;
Πισθέταιρος
οὐ μανθάνω.
Μέτων
ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ
1005
ἀγορά, φέρουσαι δʼ ὦσιν εἰς αὐτὴν ὁδοὶ
ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δʼ ἀστέρος
αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
ἀκτῖνες ἀπολάμπωσιν.
Πισθέταιρος
ἅνθρωπος Θαλῆς.
Μέτων —
1010
Μέτων
τί ἔστιν;
Πισθέταιρος
οἶσθʼ ὁτιὴ φιλῶ σʼ ἐγώ,
κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.
Μέτων
τί δʼ ἐστὶ δεινόν;
Πισθέταιρος
ὥσπερ ἐν Λακεδαίμονι
ξενηλατοῦνται καὶ κεκίνηνταί τινες·
πληγαὶ συχναὶ κατʼ ἄστυ.
Μέτων
μῶν στασιάζετε;
Πισθέταιρος
μὰ τὸν Δίʼ οὐ δῆτʼ.
1015
Μέτων
ἀλλὰ πῶς;
Πισθέταιρος
ὁμοθυμαδὸν
σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.
Μέτων
ὑπάγοιμί τἄρʼ ἄν.
Πισθέταιρος
νὴ Δίʼ ὡς οὐκ οἶδʼ ἂν εἰ
φθαίης ἄν· ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.
Μέτων
οἴμοι κακοδαίμων.
Πισθέταιρος
οὐκ ἔλεγον ἐγὼ πάλαι;
οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ;
1020
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.