Πισθέταιρος
ταυτὶ τοιαυτί· μὰ Δίʼ ἐγὼ μὲν πρᾶγμά πω
γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.
Ἐυελπίδης
ἐπὶ τῷ γελᾷς;
Πισθέταιρος
ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
οἶσθʼ ᾧ μάλιστʼ ἔοικας ἐπτερωμένος;
εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.
805
Ἐυελπίδης
σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.
Πισθέταιρος
ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον·
τάδʼ οὐχ ὑπʼ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.
Ἔποψ
ἄγε δὴ τί χρὴ δρᾶν;
Πισθέταιρος
πρῶτον ὄνομα τῇ πόλει
θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς
810
θῦσαι μετὰ τοῦτο.
Ἐυελπίδης
ταῦτα κἀμοὶ συνδοκεῖ.
Ἔποψ
φέρʼ ἴδω, τί δʼ ἡμῖν τοὔνομʼ ἔσται τῇ πόλει;
Ἐυελπίδης
βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος
Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
Πισθέταιρος
Ἡράκλεις·
Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;
815
οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων.
Ἐυελπίδης
τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ;
Ἔποψ
ἐντευθενὶ
ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
χαῦνόν τι πάνυ.
Πισθέταιρος
βούλει Νεφελοκοκκυγίαν;
Ἔποψ
ἰοὺ ἰού·
820
καλόν γʼ ἀτεχνῶς
σὺ καὶ μέγʼ ηὗρες τοὔνομα.
Ἐυελπίδης
ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
τά τʼ Αἰσχίνου γʼ ἅπαντα;
Πισθέταιρος
καὶ λῷστον μὲν οὖν
τὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖς
ἀλαζονευόμενοι καθυπερηκόντισαν.
825
Ἔποψ
λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς
πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;
Ἐυελπίδης
τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;
Πισθέταιρος
καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις,
ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν
830
ἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;
Ἐυελπίδης
τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;
Ἔποψ
ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,
ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
Ἄρεως νεοττός.
835
Ἐυελπίδης
ὦ νεοττὲ δέσποτα·
ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
Πισθέταιρος
ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος,
840
φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί,
κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·
κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω,
κἀκεῖθεν αὖθις παρʼ ἐμέ.
845
Ἐυελπίδης
σὺ δέ γʼ αὐτοῦ μένων
οἴμωζε παρʼ ἔμʼ.
Πισθέταιρος
ἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ.
οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται.
ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.
850
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.