Ἔποψ
ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν
435
ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ
ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·
σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ
φράσον, δίδαξον.
Πισθέταιρος
μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ
440
ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,
ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —
Χορός
οὔτι που
τόν —; οὐδαμῶς.
Πισθέταιρος
οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.
Χορός
διατίθεμαι ʼγώ.
Πισθέταιρος
κατόμοσόν νυν ταῦτά μοι.
Χορός
ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς
445
καὶ τοῖς θεαταῖς πᾶσιν.
Πισθέταιρος
ἔσται ταυταγί.
Χορός
εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
Κῆρυξ
ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ
ἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε,
σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.
450
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.