Πισθέταιρος
ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ
ἰσχύσετʼ, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
νῦν μέν γʼ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι
κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί·
ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,
1610
ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ
προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
Ποσειδῶν
νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.
Ἡρακλῆς
κἀμοὶ δοκεῖ.
1615
Πισθέταιρος
τί δαὶ σὺ φῄς;
Τριβαλλός
ναβαισατρεῦ.
Πισθέταιρος
ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι
ἀκούσαθʼ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
εὐξάμενος εἶτα διασοφίζηται λέγων,
μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ,
1620
ἀναπράξομεν καὶ ταῦτα.
Ποσειδῶν
φέρʼ ἴδω τῷ τρόπῳ;
Πισθέταιρος
ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,
καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.
1625
Ἡρακλῆς
τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
τούτοις ἐγώ.
Ποσειδῶν
καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
Ἡρακλῆς
ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
Τριβαλλός
σαυνάκα
βακταρικροῦσα.
Ἡρακλῆς
φησί μʼ εὖ λέγειν πάνυ.
Ποσειδῶν
εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.
1630
Ἡρακλῆς
οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
Πισθέταιρος
καὶ νὴ Δίʼ ἕτερόν γʼ ἐστὶν οὗ ʼμνήσθην ἐγώ.
τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκʼ ἐμοὶ
ἐκδοτέον ἐστίν.
1635
Ποσειδῶν
οὐ διαλλαγῶν ἐρᾷς.
ἀπίωμεν οἴκαδʼ αὖθις.
Πισθέταιρος
ὀλίγον μοι μέλει.
μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
Ἡρακλῆς
ὦ δαιμόνιʼ ἀνθρώπων Πόσειδον ποῖ φέρει;
ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
Ποσειδῶν
τί δαὶ ποιῶμεν;
1640
Ἡρακλῆς
ὅ τι; διαλλαττώμεθα.
Ποσειδῶν
τί δʼ ᾠζύρʼ; οὐκ οἶσθʼ ἐξαπατώμενος πάλαι;
βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
τὰ χρήμαθʼ, ὅσʼ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.
1645
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.