Ἄγγελος Α
καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναι
ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα
ἐπέτοντʼ ἔχουσαι κατόπιν †ὥσπερ παιδία
1150
τὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες.
Πισθέταιρος
τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
φέρʼ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες
ἀπηργάσαντʼ;
Ἄγγελος Α
ὄρνιθες ἦσαν τέκτονες
σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
1155
ἀπεπελέκησαν τὰς πύλας· ἦν δʼ ὁ κτύπος
αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
καὶ νῦν ἅπαντʼ ἐκεῖνα πεπύλωται πύλαις
καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,
1160
φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι
ἐν τοῖσι πύργοις. ἀλλʼ ἐγὼ μὲν ἀποτρέχων
ἀπονίψομαι· σὺ δʼ αὐτὸς ἤδη τἄλλα δρᾶ.
Χορός
οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι
οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;
1165
Πισθέταιρος
νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον·
ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
ἀλλʼ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος
ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.
Ἄγγελος Β
ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.
1170
Πισθέταιρος
τί τὸ πρᾶγμα τουτί;
Ἄγγελος Β
δεινότατα πεπόνθαμεν.
τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς
διὰ τῶν πυλῶν εἰσέπτετʼ ἐς τὸν ἀέρα,
λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
Πισθέταιρος
ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
1175
τίς τῶν θεῶν;
Ἄγγελος Β
οὐκ ἴσμεν· ὅτι δʼ εἶχε πτερά,
τοῦτʼ ἴσμεν.
Πισθέταιρος
οὔκουν δῆτα περιπόλους ἐχρῆν
πέμψαι κατʼ αὐτὸν εὐθύς;
Ἄγγελος Β
ἀλλʼ ἐπέμψαμεν
τρισμυρίους ἱέρακας ἱπποτοξότας,
χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
1180
κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός·
ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·
κἄστʼ οὐ μακρὰν ἄπωθεν, ἀλλʼ ἐνταῦθά που
ἤδη ʼστίν.
1185
Πισθέταιρος
οὔκουν σφενδόνας δεῖ λαμβάνειν
καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης·
τόξευε παῖε, σφενδόνην τίς μοι δότω.
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.