Ποιητής
νομάδεσσι γὰρ ἐν Σκύθαις
ἀλᾶται Στράτων,
ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται·
ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.
ξύνες ὅ τοι λέγω.
945
Πισθέταιρος
ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
ἄπελθε τουτονὶ λαβών.
Ποιητής
ἀπέρχομαι,
κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί·
κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν·
950
νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.
Πισθέταιρος
νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ
τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
955
τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα,
οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
εὐφημία ʼστω.
Χρησμολόγος
μὴ κατάρξῃ τοῦ τράγου.
Πισθέταιρος
σὺ δʼ εἶ τίς;
960
Χρησμολόγος
ὅστις; χρησμολόγος.
Πισθέταιρος
οἴμωζέ νυν.
Χρησμολόγος
ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε·
ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων
ἐς τὰς Νεφελοκοκκυγίας.
Πισθέταιρος
κὔπειτα πῶς
ταῦτʼ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν
τήνδʼ οἰκίσαι;
965
Χρησμολόγος
τὸ θεῖον ἐνεπόδιζέ με.
Πισθέταιρος
ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν.
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.