Συκοφάντης
ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.
Πισθέταιρος
νῦν τοι λέγων πτερῶ σε.
Συκοφάντης
καὶ πῶς ἂν λόγοις
ἄνδρα πτερώσειας σύ;
Πισθέταιρος
πάντες τοῖς λόγοις
ἀναπτεροῦνται.
Συκοφάντης
πάντες;
Πισθέταιρος
οὐκ ἀκήκοας,
ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
1440
τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.
ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
1445
Συκοφάντης
λόγοισί τἄρα καὶ πτεροῦνται;
Πισθέταιρος
φήμʼ ἐγώ.
ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται
ἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼ
ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
τρέψαι πρὸς ἔργον νόμιμον.
1450
Συκοφάντης
ἀλλʼ οὐ βούλομαι.
Πισθέταιρος
τί δαὶ ποιήσεις;
Συκοφάντης
τὸ γένος οὐ καταισχυνῶ.
παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ
1455
κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.
Πισθέταιρος
μανθάνω.
ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
Συκοφάντης
πάνυ μανθάνεις.
Πισθέταιρος
κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει
ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ.
1460
Συκοφάντης
πάντʼ ἔχεις.
βέμβικος οὐδὲν διαφέρειν δεῖ.
Πισθέταιρος
μανθάνω
βέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
Συκοφάντης
οἴμοι τάλας μάστιγʼ ἔχεις.
Πισθέταιρος
πτερὼ μὲν οὖν,
οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.
1465
Συκοφάντης
οἴμοι τάλας.
Πισθέταιρος
οὐ πτερυγιεῖς ἐντευθενί;
οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;
πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.
ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.