Χορός
δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·
ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·
305
οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
Τρυγαῖος
οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;
310
Χορός
ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
Τρυγαῖος
εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,
ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.
315
Χορός
οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.
Τρυγαῖος
ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·
ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
Χορός
ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,
320
οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.
Τρυγαῖος
τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
Χορός
ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς
οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
325
Τρυγαῖος
μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.
Χορός
ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
Τρυγαῖος
φῄς γε, παύει δʼ οὐδέπω.
Χορός
ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
Τρυγαῖος
τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.
Χορός
οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.
330
Τρυγαῖος
ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.
Χορός
τουτογὶ νὴ τὸν Δία
τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
Τρυγαῖος
ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
Χορός
ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.
ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
335
μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
Τρυγαῖος
μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
Τρυγαῖος
καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδη
γὰρ ἐξέσται τόθʼ ὑμῖν
340
πλεῖν μένειν βινεῖν καθεύδειν,
ἐς πανηγύρεις θεωρεῖν,
ἑστιᾶσθαι κοτταβίζειν,
†συβαρίζειν†
ἰοῦ ἰοῦ κεκραγέναι.
345
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.