Χορός
ἥδομαί γʼ ἥδομαι
κράνους ἀπηλλαγμένος
τυροῦ τε καὶ κρομμύων.
οὐ γὰρ φιληδῶ μάχαις,
1130
ἀλλὰ πρὸς πῦρ διέλκων
μετʼ ἀνδρῶν ἑταίρων φίλων,
ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖ
δανότατα τοῦ θέρους
†ἐκπεπρισμένα†,
1135
κἀνθρακίζων τοὐρεβίνθου
τήν τε φηγὸν ἐμπυρεύων,
χἄμα τὴν Θρᾷτταν κυνῶν
τῆς γυναικὸς λουμένης.
Χορός
οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα,
1140
τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα,
εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη;
ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας,
τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε,
1145
τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου.
οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερον
οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.
κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,
1150
εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·
ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα·
ὧν ἔνεγκʼ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί·
μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·
χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,
1155
Χορός
ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν,
εὖ ποιοῦντος κὠφελοῦντος
τοῦ φεοῦ τἀρώματα.
Χορός
ἡνίκʼ ἂν δʼ ἀχέτας
ᾄδῃ τὸν ἡδὺν νόμον,
1160
διασκοπῶν ἥδομαι
τὰς Λημυνίας ἀμπέλους,
εἰ πεπαίνουσιν ἤ-
δη ʽτὸ γὰρ φῖτυ πρῷον φύσεἰ,
τόν τε φήληχʼ ὁρῶν οἰδάνοντʼ·
1165
εἶθʼ ὁπόταν ᾖ πέπων,
ἐσθίω κἀπέχω
χἄμα φήμʼ,
ὧραι φίλαι· καὶ
τοῦ θύμου τρίβων κυκῶμαι·
κᾆτα γίγνομαι παχὺς
1170
τηνικαῦτα τοῦ θέρους
Χορός
μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων
τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ,
ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·
ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα,
1175
τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·
κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος.†
ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω
1180
ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·
τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών·
εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως
1185
ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
Χορός
πολλὰ γὰρ δή μʼ ἠδίκησαν,
ὄντες οἴκοι μὲν λέοντες
ἐν μάχῃ δʼ ἀλώπεκες.
1190
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.