Τρυγαῖος
ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.
ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
820
μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοι
ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,
ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
Οἰκέτης
ὦ δέσποθʼ ἥκεις;
Τρυγαῖος
ὡς ἐγὼ ʼπυθόμην τινός.
Οἰκέτης
τί δʼ ἔπαθες;
825
Τρυγαῖος
ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
διεληλυθώς.
Οἰκέτης
ἴθι νυν κάτειπέ μοι—
Τρυγαῖος
τὸ τί;
Οἰκέτης
ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα
πλανώμενον πλὴν σαυτόν;
Τρυγαῖος
οὔκ, εἰ μή γέ που
ψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.
Οἰκέτης
τί δʼ ἔδρων;
830
Τρυγαῖος
ξυνελέγοντʼ ἀναβολὰς ποτώμεναι
τὰς ἐνδιαεριαυερινηχέτους τινάς.
Οἰκέτης
οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέρα
ὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;
Τρυγαῖος
μάλιστα.
Οἰκέτης
καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
Τρυγαῖος
Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι
835
ἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως
ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
Οἰκέτης
τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,
οἳ καόμενοι θέουσιν;
Τρυγαῖος
ἀπὸ δείπνου τινὲς
τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων,
840
ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,
καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,
στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·
845
ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
Οἰκέτης
πόθεν δʼ ἔλαβες ταύτας;
Τρυγαῖος
ὁπόθεν; ἐκ τοὐρανοῦ.
Οἰκέτης
οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.
Τρυγαῖος
οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
850
ἄγε νυν ἴωμεν.
Οἰκέτης
εἰπέ μοι, δῶ καταφαγεῖν
ταύτῃ τι;
Τρυγαῖος
μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν
οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ
παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
Οἰκέτης
λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.
855
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.