Ἑρμῆς
ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;
500
μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·
πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
505
ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
Χορός
ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
Ἑρμῆς
χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
Χορός
χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
510
Τρυγαῖος
οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.