Τρυγαῖος
φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
Ἑρμῆς
ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
Τρυγαῖος
οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
Ἑρμῆς
ἀπόλωλας ὦ κακόδαιμον.
Τρυγαῖος
οὐκοῦν ἢν λάχω.
Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.
365
Ἑρμῆς
ἀπόλωλας, ἐξόλωλας.
Τρυγαῖος
ἐς τίνʼ ἡμέραν;
Ἑρμῆς
εἰς αὐτίκα μάλʼ.
Τρυγαῖος
ἀλλʼ οὐδὲν ἠμπόληκά πω,
οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
Ἑρμῆς
καὶ μὴν ἐπιτέτριψαί γε.
Τρυγαῖος
κᾆτα τῷ τρόπῳ
οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
370
Ἑρμῆς
ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν
ταύτην ἀνορύττων εὑρεθῇ;
Τρυγαῖος
νῦν ἆρά με
ἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;
Ἑρμῆς
εὖ ἴσθʼ ὅτι.
Τρυγαῖος
ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
375
Ἑρμῆς
ὦ Ζεῦ κεραυνοβρόντα.
Τρυγαῖος
μὴ πρὸς τῶν θεῶν
ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
Ἑρμῆς
οὐκ ἂν σιωπήσαιμι.
Τρυγαῖος
ναὶ πρὸς τῶν κρεῶν,
ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
Ἑρμῆς
ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,
380
εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
Τρυγαῖος
μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.