Τρυγαῖος
ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;
1230
Θωρακοπώλης
ποίᾳ δʼ ἀποψήσει ποτʼ ὦμαθέστατε;
Τρυγαῖος
τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς
καὶ τῇδʼ.
Θωρακοπώλης
ἅμʼ ἀμφοῖν δῆτʼ;
Τρυγαῖος
ἔγωγε νὴ Δία,
ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
Θωρακοπώλης
ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
1235
Τρυγαῖος
ἔγωγε νὴ Δίʼ ὦπίτριπτʼ. οἴει γὰρ ἂν
τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
Θωρακοπώλης
ἴθι δὴ ʼξένεγκε τἀργύριον.
Τρυγαῖος
ἀλλʼ ὦγαθὲ
θλίβει τὸν ὄρρον. ἀπόφερʼ, οὐκ ὠνήσομαι.
Σαλπιγγοποιός
τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,
1240
ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;
Τρυγαῖος
μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας
ἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
Σαλπιγγοποιός
οἴμοι καταγελᾷς.
1245
Τρυγαῖος
ἀλλʼ ἕτερον παραινέσω.
τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
τὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
Κρανοποιός
ὦ δυσκάθαρτε δαῖμον ὥς μʼ ἀπώλεσας,
1250
ὅτʼ ἀντέδωκά γʼ ἀντὶ τῶνδε μνᾶν ποτέ·
καὶ νῦν τί δράσω; τίς γὰρ αὔτʼ ὠνήσεται;
Τρυγαῖος
πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·
ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
Δορυξός
οἴμʼ ὦ κρανοποίʼ ὡς ἀθλίως πεπράγαμεν.
1255
Τρυγαῖος
οὗτος μὲν οὐ πέπονθεν οὐδέν.
Δορυξός
ἀλλὰ τί
ἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
Τρυγαῖος
ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,
ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.
Κρανοποιός
ἀπίωμεν ὦ δορυξέ.
1260
Τρυγαῖος
μηδαμῶς γʼ, ἐπεὶ
τούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.
Δορυξός
πόσον δίδως δῆτʼ;
Τρυγαῖος
εἰ διαπρισθεῖεν δίχα,
λάβοιμʼ ἂν αὔτʼ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.
Δορυξός
ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.
Τρυγαῖος
νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεται
1265
οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵνα
ἅττʼ ᾄσεται προαναβάληταί μοι δοκεῖ.
ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον,
αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.