Οἰκέτης Α
αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
1
Οἰκέτης Β
ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ
καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οἰκέτης Α
δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οἰκέτης Β
ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;
5
κατέφαγεν;
Οἰκέτης Α
οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οἰκέτης Β
ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.
10
Οἰκέτης Α
ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οἰκέτης Β
ἰδού.
ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
Οἰκέτης Α
αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,
15
καὶ τρῖβʼ
ἔθʼ ἑτέρας.
Οἰκέτης Β
μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·
οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
Οἰκέτης Α
αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οἰκέτης Β
νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω,
20
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον
ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος
25
βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ.
30
ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων
τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
35
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·
χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ
οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
40
οὐ μὴν Χαρίτων γε.
Οἰκέτης Α
τοῦ γάρ ἐστʼ;
Οἰκέτης Β
οὐκ ἔσθʼ ὅπως
τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
Οἰκέτης Α
οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
νεανίας δοκησίσοφος,
τὸ δὲ πρᾶγμα τί;
ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ
45
Ἰωνικός τίς φησι παρακαθήμενος·
δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
Οἰκέτης Β
ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.