Ξανθίας
φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,
ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
55
μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα,
μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδος
δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,
60
οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·
οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν,
αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,
65
κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν,
ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ.
70
νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοι
εἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε.
Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶ
εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.
75
Σωσίας
μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
Ξανθίας
οὔκ, ἀλλὰ
φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
εἶναι φιλοπότην αὐτόν.
Σωσίας
οὐδαμῶς γʼ, ἐπεὶ
αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
80
Ξανθίας
Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης
εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
Σωσίας
μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,
ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.