Χορός
χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις.
230
μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος·
νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;
πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ,
235
ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν
φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ
τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον,
κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί·
240
σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ
ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
245
χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
Παίς
τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.
Χορός
κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.
Παίς
οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
250
Χορός
τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,
καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.
Παίς
εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,
ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·
255
κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
Χορός
ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι·
κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
260
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.
δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα
ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
265
τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ
φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρες
270
ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
τοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.