Σωκράτης
ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
480
Στρεψιάδης
τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
Σωκράτης
οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
ἦ μνημονικὸς εἶ;
Στρεψιάδης
δύο τρόπω νὴ τὸν Δία·
ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ·
ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.
485
Σωκράτης
ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
Στρεψιάδης
λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.
Σωκράτης
πῶς οὖν δυνήσει μανθάνειν;
Στρεψιάδης
ἀμέλει καλῶς.
Σωκράτης
ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν
περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
490
Στρεψιάδης
τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
Σωκράτης
ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.
φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
Στρεψιάδης
τύπτομαι,
ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
495
εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
Σωκράτης
ἴθι νυν κατάθου θοἰμάτιον.
Στρεψιάδης
ἠδίκηκά τι;
Σωκράτης
οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
Στρεψιάδης
ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.
Σωκράτης
κατάθου. τί ληρεῖς;
500
Στρεψιάδης
εἰπὲ δή νύν μοι·
Σωκράτης
τὸ τί;
Στρεψιάδης
ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
Σωκράτης
οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
Στρεψιάδης
οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.
Σωκράτης
οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ
505
ἀνύσας τι δευρὶ θᾶττον;
Στρεψιάδης
ἐς τὼ χεῖρέ νυν
δός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼ
εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.
Σωκράτης
χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.