Στρεψιάδης
ἰοὺ ἰού.
ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
ὦ μιαρὲ τύπτεις τὸν πατέρα;
1325
Φειδιππίδης
φήμʼ ὦ πάτερ.
Στρεψιάδης
ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει.
Φειδιππίδης
καὶ μάλα.
Στρεψιάδης
ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
Φειδιππίδης
αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά;
Στρεψιάδης
ὦ λακκόπρωκτε.
1330
Φειδιππίδης
πάττε πολλοῖς τοῖς ῥόδοις.
Στρεψιάδης
τὸν πατέρα τύπτεις;
Φειδιππίδης
κἀποφανῶ γε νὴ Δία
ὡς ἐν δίκῃ σʼ ἔτυπτον.
Στρεψιάδης
ὦ μιαρώτατε,
καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ;
Φειδιππίδης
ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων.
Στρεψιάδης
τουτὶ σὺ νικήσεις;
1335
Φειδιππίδης
πολύ γε καὶ ῥᾳδίως.
ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
Στρεψιάδης
ποίοιν λόγοιν;
Φειδιππίδης
τὸν κρείττονʼ ἢ τὸν ἥττονα.
Στρεψιάδης
ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλε
τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
1340
τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων.
Φειδιππίδης
ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε
οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
Στρεψιάδης
καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.