Ἀλλαντοπώλης
εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
175
Δημοσθένης
οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος.
Ἀλλαντοπώλης
εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Δημοσθένης
διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
180
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Ἀλλαντοπώλης
οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
Δημοσθένης
οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
185
Ἀλλαντοπώλης
μὰ τοὺς θεοὺς
εἰ μὴ ʼκ πονηρῶν γʼ.
Δημοσθένης
ὦ μακάριε τῆς τύχης
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
Ἀλλαντοπώλης
ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δημοσθένης
τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
190
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
Ἀλλαντοπώλης
πῶς δῆτά φησʼ ὁ χρησμός;
195
Δημοσθένης
εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
200
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Ἀλλαντοπώλης
πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.
Δημοσθένης
βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.
Ἀλλαντοπώλης
τί δʼ ἀγκυλοχήλης ἐστίν;
Δημοσθένης
αὐτό που λέγει,
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
205
Ἀλλαντοπώλης
ὁ δράκων δὲ πρὸς τί;
Δημοσθένης
τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.
εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
210
Ἀλλαντοπώλης
τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως
τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.
Knights. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.