Ἀλλαντοπώλης
τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.
1060
Δῆμος
ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
Ἀλλαντοπώλης
οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
Δῆμος
προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
1065
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
Ἀλλαντοπώλης
Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;
Δῆμος
Φιλόστρατος ἡ κυναλώπηξ.
Ἀλλαντοπώλης
οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
1070
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.
Δῆμος
πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
Ἀλλαντοπώλης
ὅπως;
ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
Δῆμος
πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
1075
Ἀλλαντοπώλης
ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
Δῆμος
εἶεν·
τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
Ἀλλαντοπώλης
ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
1080
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
Δῆμος
ποίαν Κυλλήνην;
Ἀλλαντοπώλης
τὴν τούτου χεῖρʼ ἐποίησεν
Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ,
ἔμβαλε κυλλῇ.
Κλέων
οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
1085
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Ἀλλαντοπώλης
καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Κλέων
ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
1090
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Ἀλλαντοπώλης
νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
1095
Δῆμος
ἰοὺ ἰού.
οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
Κλέων
μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ
1100
κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.
Δῆμος
οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
Κλέων
ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.
Ἀλλαντοπώλης
ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
1105
καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.
Δῆμος
ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
Κλέων
τρέχοιμʼ ἂν εἴσω πρότερος.
1110
Ἀλλαντοπώλης
οὐ δῆτʼ ἀλλʼ ἐγώ.
Knights. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.