ἰδίας ἔχων τιμὰς οὐ μετεποιεῖτο ὧν ἐκοινώνουν ἕτεροι, ὁ δὲ τὰς πάντων ἀθρόων ἐσφετερίζετο φθόνῳ καὶ πλεονεξίᾳ, μᾶλλον δὲ καὶ αὐτοὺς ἐκείνους, οὐκ εἰς Γηρυόνην τὸν τρισώματον μεταβαλών, ἵνα τῷ πλήθει παραγάγῃ τοὺς ὁρῶντας, ἀλλ’, ὃ δὴ παραδοξότατον ἦν, ἑνὸς σώματος οὐσίαν μετασχηματίζων καὶ μεταχαράττων εἰς πολυτρόπους μορφάς, Αἰγυπτίου τρόπον
Πρωτέως, ὃν εἰσήγαγεν Ὅμηρος μεταβολὰς παντοίας ἐνδεχόμενον εἴς τε τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων ζῷα καὶ φυτά.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.